
Educators: Earn a free Gold upgrade by joining the PBwiki Back To School Challenge.
HOME | Syntipas: Previous Page - Next Page
Συκῆ τις, ὥρᾳ χειμῶνος τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα, ὑπό τινος ἐλαίας πλησιαζούσης τὴν γύμνωσιν ὠνειδίζετο, λεγούσης ὡς “ἐγὼ καὶ χειμῶνος καὶ θέρους τοῖς φύλλοις μου κεκαλλώπισμαι καὶ ἀείφυλλος πέφυκα, σὺ δὲ μόνῳ τῷ θέρει πρόσκαιρον ἔχεις τὸ κάλλος.” οὕτω δὲ αὐτῆς καυχωμένης, κεραυνὸς ἄφνω θεόθεν κατηνέχθη καὶ ταύτην κατέφλεξε· τῆς δὲ συκῆς τὸ παράπαν οὐχ ἥψατο.
Οὕτως οἱ τῷ πλούτῳ καὶ τῇ τύχῃ ἐγκαυχώμενοι ἐξαίσιον πτῶμα ὑφίστανται.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Συκῆ τις,
ὥρᾳ χειμῶνος
τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα,
ὑπό τινος ἐλαίας πλησιαζούσης
τὴν γύμνωσιν ὠνειδίζετο,
λεγούσης ὡς
“ἐγὼ
καὶ χειμῶνος καὶ θέρους
τοῖς φύλλοις μου κεκαλλώπισμαι
καὶ ἀείφυλλος πέφυκα,
σὺ δὲ
μόνῳ τῷ θέρει
πρόσκαιρον ἔχεις τὸ κάλλος.”
οὕτω δὲ
αὐτῆς καυχωμένης,
κεραυνὸς
ἄφνω θεόθεν κατηνέχθη
καὶ ταύτην κατέφλεξε·
τῆς δὲ συκῆς
τὸ παράπαν οὐχ ἥψατο.
Οὕτως οἱ
τῷ πλούτῳ καὶ τῇ τύχῃ
ἐγκαυχώμενοι
ἐξαίσιον πτῶμα ὑφίστανται.
Συκῆ τις,
ὥρᾳ χειμῶνος
τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα,
ὑπό τινος ἐλαίας πλησιαζούσης
τὴν γύμνωσιν ὠνειδίζετο,
λεγούσης ὡς
“ἐγὼ
τοῖς φύλλοις μου κεκαλλώπισμαι
καὶ ἀείφυλλος πέφυκα,
σὺ δὲ
μόνῳ τῷ θέρει
οὕτω δὲ
αὐτῆς καυχωμένης,
κεραυνὸς
ἄφνω θεόθεν κατηνέχθη
καὶ ταύτην κατέφλεξε·
τῆς δὲ συκῆς
τὸ παράπαν οὐχ ἥψατο.
Οὕτως οἱ
τῷ πλούτῳ καὶ τῇ τύχῃ
ἐξαίσιον πτῶμα ὑφίστανται.
Page Information
|
Wiki Information |
Recent PBwiki Blog Posts |