HOME | Syntipas: Previous Page - Next Page

Νεανίσκος ἀκρίδας θηρεύων καὶ σκορπίος

The Boy and the Scorpion = Perry 199 (English translation: Oxford Aesop 302)

Νεανίσκος τις ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις ἀκρίδας ἠπείγετο κατασχεῖν, καὶ ἰδὼν μέσον αὐτῶν σκορπίον ἐδόκει κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν. καὶ δὴ τὴν χεῖρα ἐκτείνας ἐξᾶραι αὐτὸν τῆς γῆς ἔμελλεν. ὁ δὲ σκορπίος τὸ αὐτοῦ κέντρον πρὸς τὸ νύξαι τὸν νέον ἰθύνας, ἔφη πρὸς αὐτὸν ὡς “εἰ ὅλως τετόλμηκάς μου καθάψασθαι, παρεσκεύασα ἄν σε ἀπολῦσαι καὶ ἃς κατέσχες ἀκρίδας.”

Οὗτος δηλοῖ ὡς οὐ χρὴ καὶ τοῖς σκαιοῖς ἀνδράσι καὶ τοῖς ἀγαθοῖς ἐπίσης ἐντυγχάνειν, ἀλλ’ ἑκάστῳ πρὸς τὴν ἰδίαν γνώμην δεόντως προσομιλεῖν.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Νεανίσκος τις

ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις

ἀκρίδας ἠπείγετο κατασχεῖν,

καὶ ἰδὼν

μέσον αὐτῶν

σκορπίον

ἐδόκει

κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν.

καὶ δὴ

τὴν χεῖρα ἐκτείνας

ἐξᾶραι αὐτὸν τῆς γῆς

ἔμελλεν.

ὁ δὲ σκορπίος

τὸ αὐτοῦ κέντρον

πρὸς τὸ νύξαι τὸν νέον

ἰθύνας,

ἔφη πρὸς αὐτὸν

ὡς

“εἰ ὅλως τετόλμηκάς

μου καθάψασθαι,

παρεσκεύασα ἄν

σε ἀπολῦσαι

καὶ ἃς κατέσχες ἀκρίδας.”

Οὗτος δηλοῖ ὡς

οὐ χρὴ

καὶ τοῖς σκαιοῖς ἀνδράσι

καὶ τοῖς ἀγαθοῖς

ἐπίσης ἐντυγχάνειν,

ἀλλ’ ἑκάστῳ

πρὸς τὴν ἰδίαν γνώμην

δεόντως προσομιλεῖν.

Grammatical notes and comments:

Νεανίσκος τις

ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις

ἀκρίδας ἠπείγετο κατασχεῖν,

καὶ ἰδὼν

μέσον αὐτῶν

σκορπίον

ἐδόκει

κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν.

καὶ δὴ

τὴν χεῖρα ἐκτείνας

  • ἐξᾶραι αὐτὸν τῆς γῆς - ἐξᾶραι (ἐξ-) takes a genitive complement with the accusative object

ἔμελλεν.

ὁ δὲ σκορπίος

τὸ αὐτοῦ κέντρον

πρὸς τὸ νύξαι τὸν νέον

ἰθύνας,

ἔφη πρὸς αὐτὸν

ὡς

“εἰ ὅλως τετόλμηκάς

μου καθάψασθαι,

παρεσκεύασα ἄν

σε ἀπολῦσαι

καὶ ἃς κατέσχες ἀκρίδας.”

Οὗτος δηλοῖ ὡς

οὐ χρὴ

καὶ τοῖς σκαιοῖς ἀνδράσι

καὶ τοῖς ἀγαθοῖς

ἐπίσης ἐντυγχάνειν,

ἀλλ’ ἑκάστῳ

πρὸς τὴν ἰδίαν γνώμην

δεόντως προσομιλεῖν.


Page Information

  • 5 months ago [history]
  • View page source
  • You're not logged in
  • No tags yet learn more

Wiki Information

Recent PBwiki Blog Posts