HOME | Syntipas: Previous Page - Next Page
Ταῦρος καὶ αἶγες ἄγριαι
Ταῦρος λέοντά τινα ἀποδιδράσκων ἔν τινι σπηλαίῳ τὴν καταφυγὴν ἔθετο. ἐν αὐτῷ δὲ ἔτυχεν ἀγρίας αἶγας τυγχάνειν, αἳ δὴ καὶ τὸν ταῦρον εὐθὺς ἐκεράτιζον. ὁ δὲ πρὸς αὐτὰς ἔλεγεν ὡς “οὐχ ὑμᾶς δέδοικα, ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα.”
Οὗτος δηλοῖ ὡς τοῖς ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι πάντες οἱ ἐντυγχάνοντες μισητῶς ἐπεμβαίνουσιν.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Segmented text for easier reading:
Ταῦρος
λέοντά τινα ἀποδιδράσκων
ἔν τινι σπηλαίῳ
τὴν καταφυγὴν ἔθετο.
ἐν αὐτῷ δὲ
ἔτυχεν
ἀγρίας αἶγας τυγχάνειν,
αἳ δὴ
καὶ τὸν ταῦρον
εὐθὺς ἐκεράτιζον.
ὁ δὲ
πρὸς αὐτὰς
ἔλεγεν ὡς
“οὐχ ὑμᾶς δέδοικα,
ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα.”
Οὗτος δηλοῖ ὡς
τοῖς
ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι
πάντες οἱ ἐντυγχάνοντες
μισητῶς ἐπεμβαίνουσιν.
Grammatical notes and comments:
Ταῦρος
λέοντά τινα ἀποδιδράσκων
ἔν τινι σπηλαίῳ
τὴν καταφυγὴν ἔθετο.
ἐν αὐτῷ δὲ
ἔτυχεν
ἀγρίας αἶγας τυγχάνειν,
αἳ δὴ
- καὶ τὸν ταῦρον - the καὶ is adverbial, "even, too"
εὐθὺς ἐκεράτιζον.
ὁ δὲ
πρὸς αὐτὰς
ἔλεγεν ὡς
“οὐχ ὑμᾶς δέδοικα,
ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα.”
Οὗτος δηλοῖ ὡς
τοῖς
ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι
πάντες οἱ ἐντυγχάνοντες
μισητῶς ἐπεμβαίνουσιν.
Comments (0)
You don't have permission to comment on this page.