| 
  • If you are citizen of an European Union member nation, you may not use this service unless you are at least 16 years old.

  • You already know Dokkio is an AI-powered assistant to organize & manage your digital files & messages. Very soon, Dokkio will support Outlook as well as One Drive. Check it out today!

View
 

syntipas43

Page history last edited by dick.foster@... 16 years, 2 months ago

 

HOME | Syntipas: Previous Page - Next Page

Μύρμηξ καὶ τέττιξ

The Ant and the Cricket = Perry 373 (English translation: Oxford Aesop 126)

Μύρμηξ τις ὥρᾳ χειμῶνος ὃν θέρους συνήγαγε σῖτον καθ’ ἑαυτὸν ἤσθιεν. ὁ δὲ τέττιξ προσελθὼν αὐτῷ ᾐτεῖτο μεταδοθῆναι αὐτῷ ἐκ τῶν αὐτοῦ σιτίων. ὁ δὲ μύρμηξ ἔφη πρὸς αὐτόν “καὶ τί ἄρα πράττων διετέλεις ἐφ’ ὅλῳ τῷ τοῦ θέρους καιρῷ, ὅτι μὴ συνέλεξας σῖτον ἑαυτῷ εἰς διατροφήν;” ὁ δὲ τέττιξ ἀντέφησεν αὐτῷ ὡς “τῷ μελῳδεῖν ἀπασχολούμενος τῆς συλλογῆς ἐκωλυόμην.” τῇ γοῦν τοιαύτῃ τοῦ τέττιγος ἀποκρίσει ὁ μύρμηξ ἐπιγελάσας, τὸν ἑαυτοῦ σῖτον τοῖς ἐνδοτέροις τῆς γῆς μυχοῖς ἐναπέκρυψε καὶ πρὸς αὐτὸν ἀπεφθέγξατο ὡς “ἐπεὶ τότε ματαίως ἐμελῴδεις, νυνὶ λοιπὸν ὀρχήσασθαι θέλησον.”

Οὗτος παρίστησι τοὺς ὀκνηρούς τε καὶ ἀμελεῖς, καὶ τοὺς ἐν ματαιοπραγίαις διάγοντας κἀντεῦθεν ὑστερουμένους.

From Ben Perry’s Aesopica (Urbana IL: 1952).

Segmented text for easier reading:

Μύρμηξ τις

ὥρᾳ χειμῶνος

ὃν θέρους συνήγαγε σῖτον

καθ’ ἑαυτὸν ἤσθιεν.

ὁ δὲ τέττιξ

προσελθὼν

αὐτῷ ᾐτεῖτο

μεταδοθῆναι αὐτῷ

ἐκ τῶν αὐτοῦ σιτίων.

ὁ δὲ μύρμηξ ἔφη

πρὸς αὐτόν

“καὶ τί ἄρα πράττων

διετέλεις

ἐφ’ ὅλῳ τῷ τοῦ θέρους καιρῷ,

ὅτι μὴ συνέλεξας σῖτον

ἑαυτῷ

εἰς διατροφήν;”

ὁ δὲ τέττιξ ἀντέφησεν αὐτῷ ὡς

“τῷ μελῳδεῖν

ἀπασχολούμενος

τῆς συλλογῆς

ἐκωλυόμην.”

τῇ γοῦν τοιαύτῃ

τοῦ τέττιγος

ἀποκρίσει

ὁ μύρμηξ ἐπιγελάσας,

τὸν ἑαυτοῦ σῖτον

τοῖς ἐνδοτέροις τῆς γῆς μυχοῖς

ἐναπέκρυψε

καὶ πρὸς αὐτὸν ἀπεφθέγξατο ὡς

“ἐπεὶ τότε ματαίως ἐμελῴδεις,

νυνὶ λοιπὸν ὀρχήσασθαι θέλησον.”

Οὗτος παρίστησι

τοὺς ὀκνηρούς τε καὶ ἀμελεῖς,

καὶ τοὺς ἐν ματαιοπραγίαις διάγοντας

κἀντεῦθεν ὑστερουμένους.

Grammatical notes and comments:

Comments (0)

You don't have permission to comment on this page.