
Educators: Earn a free Gold upgrade by joining the PBwiki Back To School Challenge.
HOME | Syntipas: Previous Page - Next Page
Αἰγός τινος ἐπὶ πέτρας ὑψηλῆς νεμομένης, λύκος ἐπιστὰς κάτωθεν ἐπειρᾶτο αὐτὴν κατασχεῖν καὶ βεβρωκέναι· μὴ δυνάμενος δὲ ὅλως ἐπαναβῆναι τῇ πέτρᾳ, ἑστὼς κάτωθεν πρὸς τὴν αἶγα ἔφησεν “ὦ ταλαίπωρε, ἵνα τί καταλιποῦσα τοὺς πεδινοὺς τόπους καὶ τοὺς λειμῶνας ἐπὶ τῆς πέτρας ταύτης τὴν νομὴν πεποίησαι; ἢ πάντως ἵν’ ἐντεῦθεν κινδυνεύσῃς διαφθαρῆναι; ἡ δὲ πρὸς τὸν λύκον ἀπεκρίνατο “οἶδα ὡς πολλάκις ἐμοῦ ἕνεκεν ἀργὸς διετέλεσας, καὶ δοκεῖς κατενεγκεῖν με τῆς πέτρας καὶ σεαυτῷ θέσθαι κατάβρωμα.”
Οὗτος δηλοῖ ὡς πολλοὶ τῶν ἀνθρώπων βουλὴν ἑτέροις παρέχουσι τὴν ἐκείνοις μὲν ὀλεθρίαν, ἑαυτοῖς δὲ ἐπικερδῆ καὶ ὠφέλιμον.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Αἰγός τινος
ἐπὶ πέτρας ὑψηλῆς
νεμομένης,
λύκος
ἐπιστὰς κάτωθεν
ἐπειρᾶτο
αὐτὴν
κατασχεῖν καὶ βεβρωκέναι·
μὴ δυνάμενος δὲ ὅλως
ἐπαναβῆναι
τῇ πέτρᾳ,
ἑστὼς κάτωθεν
πρὸς τὴν αἶγα
ἔφησεν
“ὦ ταλαίπωρε,
ἵνα τί
καταλιποῦσα
τοὺς πεδινοὺς τόπους
καὶ τοὺς λειμῶνας
ἐπὶ τῆς πέτρας ταύτης
τὴν νομὴν
πεποίησαι;
ἢ πάντως
ἵν’ ἐντεῦθεν κινδυνεύσῃς
διαφθαρῆναι;
ἡ δὲ
πρὸς τὸν λύκον
ἀπεκρίνατο
“οἶδα ὡς
πολλάκις
ἐμοῦ ἕνεκεν
ἀργὸς διετέλεσας,
καὶ δοκεῖς
κατενεγκεῖν με
τῆς πέτρας
καὶ σεαυτῷ
θέσθαι κατάβρωμα.”
Οὗτος δηλοῖ ὡς
πολλοὶ τῶν ἀνθρώπων
βουλὴν
ἑτέροις παρέχουσι
τὴν
ἐκείνοις μὲν ὀλεθρίαν,
ἑαυτοῖς δὲ ἐπικερδῆ καὶ ὠφέλιμον.
Page Information
|
Wiki Information |
Recent PBwiki Blog Posts |