
Educators: Earn a free Gold upgrade by joining the PBwiki Back To School Challenge.
HOME | Syntipas: Previous Page - Next Page
Ἀνήρ τις ἁλιεὺς παρὰ την θάλασσαν ἄγραν ἰχθύων ἐποίει. πίθηξ δέ τις αὐτὸν κατιδὼν ἐκμιμήσασθαι ἠβουλήθη. τοῦ δὲ ἀνδρὸς ἀποβάντος ἔν τινι σπηλαίῳ ἐπὶ τῷ διαναπαύσασθαι, τὸ δὲ δίκτυον παρὰ τὴν ἠϊόνα καταλιπόντος, ἐλθὼν ὁ πίθηξ καὶ τοῦ δικτύου λαβόμενος ἀγρεῦσαι δῆθεν δι’ αὐτοῦ ἐπεχείρει. ἀγνώστως δὲ τῇ τέχνῃ καὶ ἀσυντάκτως χρώμενος, καὶ τῷ δικτύῳ περισχεθείς, ἐπὶ τῆς θαλάσσης εὐθὺς πέπτωκε καὶ ἀπεπνίγη. ὁ δὲ ἁλιεὺς καταλαβὼν αὐτὸν ἤδη ἀποπνιγέντα ἔφη “ὦ ἄθλιε, ὤλεσέ σε ἡ ἀφροσύνη σου καὶ ἡ ματαία ἐπίνοια.”
Οὗτος δηλοῖ ὡς οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώμενοι, ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κίνδυνον.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Ἀνήρ τις
ἁλιεὺς
παρὰ την θάλασσαν
ἄγραν ἰχθύων ἐποίει.
πίθηξ δέ τις
αὐτὸν κατιδὼν
ἐκμιμήσασθαι ἠβουλήθη.
τοῦ δὲ ἀνδρὸς ἀποβάντος
ἔν τινι σπηλαίῳ
ἐπὶ τῷ διαναπαύσασθαι,
τὸ δὲ δίκτυον
παρὰ τὴν ἠϊόνα
καταλιπόντος,
ἐλθὼν ὁ πίθηξ
καὶ τοῦ δικτύου λαβόμενος
ἀγρεῦσαι δῆθεν
δι’ αὐτοῦ ἐπεχείρει.
ἀγνώστως δὲ τῇ τέχνῃ
καὶ ἀσυντάκτως χρώμενος,
καὶ τῷ δικτύῳ περισχεθείς,
ἐπὶ τῆς θαλάσσης
εὐθὺς
πέπτωκε καὶ ἀπεπνίγη.
ὁ δὲ ἁλιεὺς
καταλαβὼν αὐτὸν
ἤδη ἀποπνιγέντα
ἔφη
“ὦ ἄθλιε,
ὤλεσέ σε
ἡ ἀφροσύνη σου
καὶ ἡ ματαία ἐπίνοια.”
Οὗτος δηλοῖ ὡς
οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώμενοι,
ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κίνδυνον.
Page Information
|
Wiki Information |
Recent PBwiki Blog Posts |