
Educators: Earn a free Gold upgrade by joining the PBwiki Back To School Challenge.
HOME | Syntipas: Previous Page - Next Page
Ποτὲ τῶν πτηνῶν εἰς κοινὴν βουλὴν ἐπὶ τὸ αὐτὸ συνελθόντων, ἕκαστον αὐτῶν, τίνι τῶν ἄλλων ἐφαρμόζει τὸ βασιλεύειν, πρὸς ἀλλήλους ἐβουλεύοντο. ὁ δὲ ταὼς ἔφη τοῖς λοιποῖς ὡς “ἔμοιγε μᾶλλον προσήκει ἡ βασιλεία, ἅτε κάλλει καὶ ὡραιότητι σεμνυνομένῳ.” τῶν δὲ ἑτέρων πτηνῶν ἐπαρεσθέντων τῷ ταῶνι, παρελθὼν εἰς μέσον ὁ κόραξ ἀντέφησεν· “ἐὰν σὺ τὴν βασιλείαν παραλάβῃς, ἆρά γε, τοῦ ἀετοῦ ἡμῖν ἐπερχομένου, δύνασαι ἡμᾶς τῆς ἐκείνου ἐξελέσθαι προσβολῆς;”
Οὗτος δηλοῖ ὡς τὸ βασιλεύειν οὐ τοῖς κάλλει φαιδρυνομένοις ἁρμόττει, ἀλλὰ τοῖς ῥωμαλέοις καὶ γενναιότητι διαπρέπουσιν.
From Ben Perry’s Aesopica (Urbana IL: 1952).
Ποτὲ τῶν πτηνῶν
εἰς κοινὴν βουλὴν
ἐπὶ τὸ αὐτὸ
συνελθόντων,
ἕκαστον αὐτῶν,
τίνι τῶν ἄλλων ἐφαρμόζει
τὸ βασιλεύειν,
πρὸς ἀλλήλους ἐβουλεύοντο.
ὁ δὲ ταὼς
ἔφη τοῖς λοιποῖς ὡς
“ἔμοιγε μᾶλλον προσήκει
ἡ βασιλεία,
ἅτε κάλλει καὶ ὡραιότητι
σεμνυνομένῳ.”
τῶν δὲ ἑτέρων πτηνῶν ἐπαρεσθέντων
τῷ ταῶνι,
παρελθὼν εἰς μέσον
ὁ κόραξ ἀντέφησεν·
“ἐὰν σὺ
τὴν βασιλείαν παραλάβῃς,
ἆρά γε,
τοῦ ἀετοῦ ἡμῖν ἐπερχομένου,
δύνασαι ἡμᾶς
τῆς ἐκείνου ἐξελέσθαι προσβολῆς;”
Οὗτος δηλοῖ ὡς
τὸ βασιλεύειν
οὐ τοῖς κάλλει φαιδρυνομένοις ἁρμόττει,
ἀλλὰ τοῖς ῥωμαλέοις καὶ γενναιότητι
διαπρέπουσιν.
Page Information
|
Wiki Information |
Recent PBwiki Blog Posts |